Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.111 Dem. 18.113 (English) >>Dem. 18.116

18.112ὧν μέντοι γʼ ἐκ τῆς ἰδίας οὐσίας ἐπαγγειλάμενος δέδωκα τῷ δήμῳ, οὐδεμίαν ἡμέραν ὑπεύθυνος εἶναί φημι (ἀκούεις Αἰσχίνη;) οὐδʼ ἄλλον οὐδένα, οὐδʼ ἂν τῶν ἐννέʼ ἀρχόντων τις ὢν τύχῃ. τίς γάρ ἐστι νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστὸς ὥστε τὸν δόντα τι τῶν ἰδίων καὶ ποιήσαντα πρᾶγμα φιλάνθρωπον καὶ φιλόδωρον τῆς χάριτος μὲν ἀποστερεῖν, εἰς τοὺς συκοφάντας δʼ ἄγειν, καὶ τούτους ἐπὶ τὰς εὐθύνας ὧν ἔδωκεν ἐφιστάναι; οὐδὲ εἷς. εἰ δέ φησιν οὗτος, δειξάτω, κἀγὼ στέρξω καὶ σιωπήσομαι. 18.113ἀλλʼ οὐκ ἔστιν, ἄνδρες Ἀθηναῖοι, ἀλλʼ οὗτος συκοφαντῶν, ὅτι ἐπὶ τῷ θεωρικῷ τότʼ ὢν ἐπέδωκα τὰ χρήματα, “ἐπῄνεσεν αὐτόφησίνὑπεύθυνον ὄνταοὐ περὶ τούτων γʼ οὐδενὸς ὧν ὑπεύθυνος ἦν, ἀλλʼ ἐφʼ οἷς ἐπέδωκα, συκοφάντα. “ἀλλὰ καὶ τειχοποιὸς ἦσθακαὶ διά γε τοῦτο ὀρθῶς ἐπῃνούμην, ὅτι τἀνηλωμένʼ ἔδωκα καὶ οὐκ ἐλογιζόμην. μὲν γὰρ λογισμὸς εὐθυνῶν καὶ τῶν ἐξετασόντων προσδεῖται, δὲ δωρειὰ χάριτος καὶ ἐπαίνου δικαία ἐστὶ τυγχάνειν· διόπερ ταῦτʼ ἔγραψεν ὁδὶ περὶ ἐμοῦ. 18.114ὅτι δʼ οὕτω ταῦτʼ οὐ μόνον ἐν τοῖς νόμοις, ἀλλὰ καὶ ἐν τοῖς ὑμετέροις ἤθεσιν ὥρισται, ἐγὼ ῥᾳδίως πολλαχόθεν δείξω. πρῶτον μὲν γὰρ Ναυσικλῆς στρατηγῶν ἐφʼ οἷς ἀπὸ τῶν ἰδίων προεῖτο πολλάκις ἐστεφάνωται ὑφʼ ὑμῶν· εἶθʼ ὅτε τὰς ἀσπίδας Διότιμος ἔδωκε καὶ πάλιν Χαρίδημος, ἐστεφανοῦντο· εἶθʼ οὑτοσὶ Νεοπτόλεμος πολλῶν ἔργων ἐπιστάτης ὤν, ἐφʼ οἷς ἐπέδωκε τετίμηται. σχέτλιον γὰρ ἂν εἴη τοῦτό γε, εἰ τῷ τινʼ ἀρχὴν ἄρχοντι διδόναι τῇ πόλει τὰ ἑαυτοῦ διὰ τὴν ἀρχὴν μὴ ἐξέσται, τῶν δοθέντων ἀντὶ τοῦ κομίσασθαι χάριν εὐθύνας ὑφέξει.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.111 Dem. 18.113 (English) >>Dem. 18.116

Powered by PhiloLogic